Forum de Projet Homère

Forum lié au site Projet Homère sur la langue grecque

Bienvenue sur le forum de Projet Homère !!!!! Ceux qui désirent participer sont priés de s’inscrire

ΙΔ' ΟΛΥΜΠΙΟΝΙΚΟΣ ΠΙΝΔΑΡΟΥ- Odes de Pindare

Partagez
avatar
Helene
Admin
Admin

Messages : 5606
Date d'inscription : 12/04/2012
Localisation : Athènes- Grèce

ΙΔ' ΟΛΥΜΠΙΟΝΙΚΟΣ ΠΙΝΔΑΡΟΥ- Odes de Pindare

Message  Helene le Dim 29 Avr - 9:42




ΤΟ ΑΡΧΑΙΟ ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ ΤΟΥ ΥΜΝΟΥ:

Καφισίων ὑδάτων
λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδραν,
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
κλῦτ', ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καί
τὰ γλυκέ' ἄνεται πάντα βροτοῖς,
εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοντι χοροὺς οὔτε δαῖτας·
ἀλλὰ πάντων ταμίαι
ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι
πάρα Πύθιον Ἀπόλλωνα θρόνους,
αἰέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
ὦ πότνι' Ἀγλαΐα
φιλησίμολπέ τ' Εὐφροσύνα, θεῶν κρατίστου
παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ
ἐν μελέταις τ' ἀείδων ἔμολον,
οὕνεκ' Ὀλυμπιόνικος ἁ Μινύεια
σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον
Φερσεφόνας ἔλθ', Ἀχοῖ, πατρὶ κλυτὰν
φέροισ' ἀγγελίαν,
Κλεόδαμον ὄφˈρ' ἰδοῖσ', υἱὸν εἴπῃς
ὅτι οἱ νέαν κόλποις παρ' εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.-


    La date/heure actuelle est Lun 23 Oct - 10:39