Forum de Projet Homère

Vous souhaitez réagir à ce message ? Créez un compte en quelques clics ou connectez-vous pour continuer.
Forum de Projet Homère

Forum lié au site Projet Homère sur la langue grecque

Bienvenue sur le forum de Projet Homère !!!!! Ceux qui désirent participer sont priés de s’inscrire
Le Deal du moment : -20%
Drone Dji DJI Mini 4K (EU)
Voir le deal
239 €

    Τὰ Χρυσὰ Ἔπη τῶν Πυθαγορείων - Ἀφήγησις & Δημιουργία ταινίας: Ἑλένη Κεμικτσή

    Helene
    Helene
    Admin
    Admin


    Messages : 7232
    Date d'inscription : 12/04/2012
    Localisation : Athènes- Grèce

    Τὰ Χρυσὰ Ἔπη τῶν Πυθαγορείων  - Ἀφήγησις & Δημιουργία ταινίας: Ἑλένη Κεμικτσή Empty Τὰ Χρυσὰ Ἔπη τῶν Πυθαγορείων - Ἀφήγησις & Δημιουργία ταινίας: Ἑλένη Κεμικτσή

    Message  Helene Ven 18 Déc - 19:12






    Τὰ Χρυσὰ Ἔπη τῶν Πυθαγορείων
    Ἀφήγησις : Ἑλένη Κεμικτσή
    Δημιουργία ταινίας : Ἑλένη Κεμικτσή

    ᾿Αθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται,
    Τίμα καὶ σέβου ὅρκον, ἔπειθ᾿ ἥρωας ἀγαυούς,
    Τούς τε καταχθονίoυς σέβε δαίμονας, ἔννομα ῥέζων.
    Τούς τε γονεῖς τίμα, τούς τ᾿ ἄγχιστ’ ἐκγεγαῶτας.
    Τῶν δ᾿ ἄλλων ἀρετῇ ποιοῦ φίλον ὅστις ἄριστος.
    Πραέσι δ'εἶκε λόγοις, ἔργοισί τ᾿ ἐπωφελίμοισι,
    Μηδ᾿ ἔχθαιρε φίλον σὸν ἀμαρτάδος εἴνεκα μικρῆς,
    ὄφρα δύνῃ. Δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
    Ταῦτα μὲν οὕτως ἴσθι• κρατεῖν δ᾿ εἰθίζεο τῶνδε•
    γαστρὸς μέν πρώτιστα, καὶ ὕπνου λαγνείης τε
    Καὶ θυμοῦ. πρήξης δ᾿ αἰσχρόν ποτε μήτε μετ᾿ ἄλλου,
    Μήτ᾿ ἰδίῃ• πάντων δὲ μάλιστ᾿ αἰσχύνεο σαυτόν.
    Εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε λόγῳ τε.
    Μηδ᾿ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε.
    Ἀλλὰ γνῶθι μὲν ὡς θανέειν πέπρωται ἅπασι.
    χρήματα δ᾿ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ᾿ ὀλέσθαι.
    Ὅσσα δε δαιμονίῃσι τύχαις βροτοὶ ἄλγἐ ἔχουσιν,
    ἣν ἂν μοῖραν ἔχῃς, ταύτην φέρε μηδ᾿ ἀγανάκτει.
    Ἰᾶσθαι δὲ πρέπει, καθόσον δύνῃ.ὧδε δὲ φράζευ•
    Οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ μοῖρα δίδωσιν.
    Πολλοὶ δ᾿ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοὶ
    προσπίπτουσ᾿, ὧν μήτ᾿ ἐκπλήσσεο, μήτ᾿ ἄρ᾿ ἐάσῃς
    εἴργεσθαι σαυτόν, ψεῦδος δ᾿ ἥν πέρ τι λέγηται
    πράως εἶχ᾿. ὅ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω.
    μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ,
    πρῆξαι, μηδ᾿ εἰπεῖν, ὅ τι τοι μὴ βέλτερόν ἐστι.
    Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται
    δειλοῦ τοι πρήσσειν τε λέγειν τ᾿ ἀνόητα πρὸς ἀνδρός.
    ἀλλὰ τάδ᾿ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ ἀνιήσει.
    Πρᾶσσε δὲ μηδὲν τῶν μὴ ᾿πίστασαι, ἀλλὰ διδάσκευ
    ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις.
    Οὐδ᾿ ὑγιείης τῆς περὶ σῶμ᾿ ἀμέλειαν ἔχειν χρή.
    ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμναστίων τε
    ποιεῖσθαι• μέτρον δὲ λέγω τόδ᾿ ὃ μή σ᾿ ἀνιήσει.
    Εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον ἄθρυπτον.
    καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει.
    μὴ δαπανῶν παρὰ καιρόν ὁποῖα καλῶν ἀδαήμων•
    μηδ᾿ ἀνελεύθερος ἴσθι. μέτρον δ᾿ ἐπὶ πᾶσιν ἄριστον.
    πρᾶσσε δὲ ταῦθ᾿ ἅ σε μὴ βλάψει• λόγισαι δὲ πρὸ ἔργου.
    Πρῶτα μέ ἐξ ὕπνοιο μελίφρονος ἐξυπαναστὰς
    ἕν μάλα πιπεύειν ὅσ΄ ἐν ἤματι ἔργα τελέσεις
    Μηδ᾿ ὕπνον μαλακοῖσιν ἐπ᾿ ὄμμασι προδέξασθαι
    πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν.
    Πῇ παρέβην; τί δ᾿ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
    Ἀρξάμενος δ᾿ ἀπὸ πρώτου ἐπέξιθι• καὶ μετέπειτα
    δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δέ, τέρπευ.
    Ταῦτα πόνει, ταῦτ᾿ ἐκμελέτα• τουτῶν χρὴ ἐρᾶν σε,
    ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει•
    Ναὶ μὰ τὸν ἀματέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,
    παγὰν ἀενάου φύσεως. Ἀλλ᾿ ἔργευ ἐπ᾿ ἔργον,
    Θεοῖσι ἐπευξάμενος τελέσαι. Τούτων δὲ κρατήσας
    γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ᾿ ἀνθρώπων
    σύστασιν, ᾗ τε ἕκαστα διέρχεται ᾗ τε κρατεῖται•
    γνώσῃ δ᾿ ᾗ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην,
    ὥστε σε μήτε ἄελπτ᾿ ἐλπίζειν, μήτε τι λήθειν.
    γνώσῃ δ᾿ ἀνθρώπους αὐθαιρετα πήματ᾿ ἔχοντας
    τλήμονας, οἱ τ᾿ ἀγαθῶν πέλας ὄντων οὔτ᾿ ἐσορῶσιν
    οὔτε κλύουσι• λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν
    Τοίη μοῖρ' αὐτῶν βλάπτει φρένας• ὡς δὲ κύλινδροι
    ἅλλοτ᾿ ἐπ᾿ ἄλλα φέρονται, ἀπείρονα πήματ᾿ ἔχοντες.
    λυγρὰ γὰρ συνοπαδὸς Ἔρις βλάπτουσα λέληθεν,
    σύμφυτος, ἣν οὐ δεῖ προάγειν εἴκοντα δὲ φεύγειν.
    Ζεῦ πάτερ ἧ πολλῶν κε κακῶν λύσειας ἅπαντας,
    εἰ πᾶσιν δείξαις, οἵῳ τῷ δαίμονι χρῶνται.
    Ἀλλὰ σὺ θάρσει, ἐπεῖ θεῖον γένος ἐστὶ βροτοῖσιν,
    οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
    Ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω,
    ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
    Ἀλλ᾿ εἴργου βρωτῶν, ὧν εἴπομεν, ἔν τε καθαρμοῖς,
    ἔν τε λύσει ψυχῆς κρίνων, καὶ φράζευ ἕκαστα,
    ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.
    Ἢν δ᾿ ἀπολείψας σῶμα ἐς αἰθέρ᾿ ἐλεύθερον ἔλθης,
    ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκέτι θνητός.


    ___________________________________________________________________________________________
    ΜΕΛΕΤΕΙ ΤΟ ΠΑΝ

      La date/heure actuelle est Jeu 21 Nov - 9:51