Forum de Projet Homère

Vous souhaitez réagir à ce message ? Créez un compte en quelques clics ou connectez-vous pour continuer.
Forum de Projet Homère

Forum lié au site Projet Homère sur la langue grecque

Bienvenue sur le forum de Projet Homère !!!!! Ceux qui désirent participer sont priés de s’inscrire
-55%
Le deal à ne pas rater :
Friteuse sans huile – PHILIPS – Airfryer HD9200/90 Série 3000
49.99 € 109.99 €
Voir le deal

    Τὰ Χρυσὰ Ἔπη τοῦ Πυθαγόρα

    Helene
    Helene
    Admin
    Admin


    Messages : 7232
    Date d'inscription : 12/04/2012
    Localisation : Athènes- Grèce

    Τὰ Χρυσὰ Ἔπη τοῦ Πυθαγόρα  Empty Τὰ Χρυσὰ Ἔπη τοῦ Πυθαγόρα

    Message  Helene Ven 5 Juin - 14:50

    Τὰ Χρυσὰ Ἔπη τῶν Πυθαγορείων, ὅπως διασώθηκαν ἀπὸ τὸν  Ἱεροκλῆ, ἀποτελοῦνται ἀπὸ 72 στίχους (71 στίχοι + 1 ὁ τίτλος). Ἡ ἀπομνημόνευσή τους ἦταν ἀπαραίτητη προϋπόθεση προκειμένου νὰ εἰσαχθεῖ  ἕνας μαθητὴς στὴ σχολὴ τοῦ Πυθαγόρα.
    Ἀφήγησις :  Νικόλαος Απολλώνιος Τουρνάκης






    ΧΡΥΣΑ ΕΠΗ


    1
    ᾿Αθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται,
    Τίμα καὶ σέβου ὅρκον, ἔπειθ᾿ ἥρωας ἀγαυούς,
    Τούς τε καταχθονίoυς σέβε δαίμονας, ἔννομα ῥέζων.
    2
    Τούς τε γονεῖς τίμα, τούς τ᾿ ἄγχιστ' ἐκγεγαῶτας.
    Τῶν δ᾿ ἄλλων ἀρετῇ ποιοῦ φίλον ὅστις ἄριστος.
    3
    Πραέσι δ' εἶκε λόγοις, ἔργοισί τ᾿ ἐπωφελίμοισι,
    Μηδ᾿ ἔχθαιρε φίλον σὸν ἀμαρτάδος εἴνεκα μικρῆς,
    ῎Οφρα δύνῃ. Δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
    4
    Ταῦτα μὲν οὕτως ἴσθι· κρατεῖν δ᾿ εἰθίζεο τῶνδε
    Γαστρὸς μέν πρώτιστα, καὶ ὕπνου λαγνείης τε
    Καὶ θυμοῦ. πρήξης δ᾿ αἰσχρόν ποτε μήτε μετ᾿ ἄλλου,
    Μήτ᾿ ἰδίῃ· πάντων δὲ μάλιστ᾿ αἰσχύνεο σαυτόν.
     5
    Εἶτα δικαιοσύνην ἄσκει ἔργῳ τε λόγῳ τε.
    Μηδ᾿ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε.
    Ἀλλὰ γνῶθι μὲν ὡς θανέειν πέπρωται ἅπασι.
    Χρήματα δ᾿ ἄλλοτε μὲν κτᾶσθαι φίλει, ἄλλοτ᾿ ὀλέσσαι.
    Ὅσσα τε δαιμονίῃσι τύχαις βροτοὶ ἄλγἐ ἔχουσιν,
    Ὧν ἂν μοῖραν ἔχῃς, ταύτην φέρε μηδ᾿ ἀγανάκτει.
    Ἰᾶσθαι δὲ πρέπει, καθόσον δύνῃ.Ὧδε δὲ φράζευ·
    Οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ μοῖρα δίδωσι.
    6
    Πολλοὶ δ᾿ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοὶ
    Προσπίπτουσ᾿, ὧν μήτ᾿ ἐκπλήσσεο, μήτ᾿ ἄρ᾿ ἐάσῃς
    Εἴργεσθαι σαυτόν. Ψεῦδος δ᾿ ἥνπερ τι λέγηται
    Πράως εἶχ᾿. ῞Ο δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω.
    Μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ,
    Πρῆξαι, μηδ᾿ εἰπεῖν, ὅ τι τοι μὴ βέλτερόν ἐστι.
    7
    Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μῶρα πέληται
    Δειλοῦ τοι πρήσσειν τε λέγειν τ᾿ ἀνόητα πρὸς ἀνδρός.
    ᾿Αλλὰ τάδ᾿ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ ἀνιήσῃ.
    8
    Πρῆσσε δὲ μηδὲν τῶν μὴ ᾿πίστασαι, ἀλλὰ διδάσκευ
    ῞Οσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις.
    9
    Οὐδ᾿ ὑγιείης τῆς περὶ σῶμ᾿ ἀμέλειαν ἔχειν χρή.
    ᾿Αλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμναστίων τε
    Ποιεῖσθαι· μέτρον δὲ λέγω τόδ᾿ ὃ μή σ᾿ ἀνιήσει.
    10
    Ειθιζου δε διαιταν εχειν καθαρειον αθρυπτον.
    11
    Καὶ πεφύλαξό γε ταῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει.
    Μὴ δαπανᾶν παρὰ καιρόν, ὁποῖα καλῶν ἀδαήμων·
    Μηδ᾿ ἀνελεύθερος ἴσθι. Μέτρον δ᾿ ἐπὶ πᾶσιν ἄριστον.
    12
    Πρῆσσε δὲ ταῦθ᾿ ἅ σε μὴ βλάψει· λόγισαι δὲ πρὸ ἔργου.
    Μηδ᾿ ὕπνον μαλακοῖσιν ἐπ᾿ ὄμμασι προδέξασθαι
    Πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστον.
    Πῇ παρέβην; τί δ᾿ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
    Ἀρξάμενος δ᾿ ἀπὸ πρώτου ἐπέξιθι· καὶ μετέπειτα
    δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δέ, τέρπου.
    13
    Ταῦτα πόνει, ταῦτ᾿ ἐκμελέτα· τουτῶν χρὴ ἐρᾶν σε,
    Ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει·
    Ναὶ μὰ τὸν ἀματέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,
    Παγὰν ἀενάου φύσεως. Ἀλλ᾿ ἔργευ ἐπ᾿ ἔργον,
    Θεοῖσι ἐπευξάμενος τελέσαι. Τούτων δὲ κρατήσας
    Γνώσῇ ἀθανάτων τε θεῶν θνητῶν τ᾿ ἀνθρώπων
    Σύστασιν, ᾗ τε ἕκαστα διέρχεται ᾗ τε κρατεῖται·
    Γνώσῃ δ᾿ ᾗ θέμις ἐστι, φύσιν περὶ παντὸς ὁμοίην,
    Ὡστέ σε μήτε ἄελπτ᾿ ἐλπίζειν, μήτε τι λήθειν.
    14
    Γνώσῃ δ᾿ ἀνθρώπους αὐθαιρετα πήματ᾿ ἔχοντας
    Τλήμονας, οἵ τ᾿ ἀγαθῶν πέλας ὄντων οὔτ᾿ ἐσορῶσιν
    Οὔτε κλύουσιν· λύσιν δὲ κακῶν παῦροι συνίσασι.
    Τοίη μοῖρα βροτών βλάπτει φρένας· ὡς δὲ κύλινδροι
    Ἄλλοτ᾿ ἐπ᾿ ἄλλα φέρονται, ἀπείρονα πήματ᾿ ἔχοντες.
    Λυγρὴ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθεν,
    Σύμφυτος, ἣν οὐ δεῖ προάγειν εἴκοντα δὲ φεύγειν.
    15
    Ζεῦ πάτερ ἧ πολλῶν κε κακῶν λύσειας ἅπαντας,
    Εἰ πᾶσιν δείξαις, οἵῳ τῷ δαίμονι χρῶνται.

    16
    Ἀλλὰ σὺ θάρσει, ἐπεῖ θεῖον γένος ἐστὶ βροτοῖσιν,
    Οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
    Ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω,
    Ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
    17
    Ἀλλ᾿ εἴργου βρωτῶν, ὧν εἴπομεν, ἔν τε καθαρμοῖς,
    Ἔν τε λύσει ψυχῆς κρίνων, καὶ φράζευ ἕκαστα,
    ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.
     18
    Ἢν δ᾿ ἀπολείψας σῶμα ἐς αἰθέρ᾿ ἐλεύθερον ἔλθης,
    Ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός.


    http://www.slideshare.net/projethomere/httpwwwprojethomerecom-53512590  


    ___________________________________________________________________________________________
    ΜΕΛΕΤΕΙ ΤΟ ΠΑΝ

      La date/heure actuelle est Jeu 21 Nov - 15:16