Τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν-(Αἰσώπου Μῦθοι-Ὁδοιπόροι καὶ ἄρκτος)
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο, ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε• φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. Ὑποχωρησάσης δέ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο αὐτοῦ τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. Ὁ δὲ εἶπε• Τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. Ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν.