Ἀφήγησις : Ραδάμανθυς Ἀναστασάκης
Ὦ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή, ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις, πάντιμ᾽,
ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής, ἣ καθαραῖς γνώμαισ<ιν> ἀεὶ τὰ δέοντα βραβεύεις, ἄθραυστος τὸ συνειδὸς ἀεί•
θραύεις γὰρ ἅπαντας, ὅσσοι μὴ τὸ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλ᾽ ὑπὲρ αὐτοῦ πλάστιγξι βριαραῖσι παρεγκλίναντες ἀπλήστως•
ἀστασία<σ>τε, φίλη πάντων, φιλόκωμ᾽, ἐρατεινή, εἰρήνηι χαίρουσα, βίον ζηλοῦσα βέβαιον•
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις•
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει. κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίαισιν ἀεὶ βίος ἐσθλὸς ὁδεύοι θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι, καὶ ζώιων πάντων,
ὁπόσ᾽ ἐν κόλποισι τιθηνεῖ γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.