ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΑΡΕΩΣ
Ἐπεξεργασία & Δημιουργία ταινίας :
Ἑλένη Κεμικτσή
Ἀφήγησις : Ραδάμανθυς Ἀναστασάκης
ΙΔΕΟΘΕΑΤΡΟΝ Στουρνάρη 57 Ἀθήνα
Πληροφορίες - Τηλ.: 210-52.37.543
ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΑΡΕΩΣ
Αρρηκτ' ομβριμόθυμε μεγασθενές άλκιμε δαίμον
οπλοχαρής αδάμαστε βροτοκτόνε τειχεσιπλήτα
Αρες άναξ οπλόδουπε φόνοις πεπαλαγμένος αιεί
αίματι ανδροφόνωι χαίρων πολεμόκλονε φρικτέ
ος ποθέεις ξίφεσιν τε και έγχεσι δήριν άμουσον
στήσον έριν λυσσώσαν άνες πόνον αλγεσίθυμον
εις δε πόθον νεύσον Κύπριδος κώμους τε Λυαίου
αλλάξας αλκήν όπλων εις έργα τα Δηούς
ειρήνην ποθέων κουροτρόφων ολβιοδώτιν
Γένοιτο, γένοιτο, γένοιτο
Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ, ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά, καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου, Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος, ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν ἔνθα σε πῶλοι ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι• κλῦθι βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαλέος ἥβης, πρηῢ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα ἡμετέρην καὶ κάρτος ἀρήϊον, ὥς κε δυναίμην σεύασθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου, καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμὴν θυμοῦ τ᾽ αὖ μένος ὀξὺ κατισχέμεν ὅς μ᾽ ἐρέθῃσι φυλόπιδος κρυερῆς ἐπιβαινέμεν• ἀλλὰ σὺ θάρσος δὸς μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς δυσμενέων προφυγόντα μόθον κῆράς τε βιαίους. Γένοιτο, γένοιτο, γένοιτο !!