Ὕμνος Εἰς Ἀρετὴν(Αριστοτέλης)
Ἀφήγησiς: Ἑλένη Κεμικτση στὰ (Ἀρχαῖα Ἑλληνικά, Γαλλικά, Λατινικὰ καὶ Νέα Ἑλληνικὰ)
Δημιουργία ταινίας: Ἑλένη Κεμικτσὴ
Μουσικὴ : Βαγγέλης Παπαθανασίου
Ὕμνος Εἰς Ἀρετὴν
«Ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς περι, παρθένε, μορφᾶς
καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας•
τοῖον ἐπὶ φρένα βάλλεις
καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω
καὶ γονέων μαλακαυγήτοιό θ᾽ ὕπνου.
σοῦ δ' ἕνεχ΄ οὑκ Διὸς Ἡρακλέης Λήδας
τε κοῦροι πόλλ᾽ ἀνέτλασαν ἔργοις
σὰν ἀγρεύοντες δύναμιν.
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾽ Ἀΐδαο δόμους ἦλθον•
σᾶς δ᾽ ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος
ἔντροφος ἀελίου χήρωσεν αὐγάς.
τοιγὰρ ἀοίδιμος ἔργοις,
ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι,
Μναμοσύνας θύγατρες, Διὸς
ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου».