ΟΡΦΕΩΣ - ΑΡΓΟΝΑΥΤΙΚΑ (ἀρχαῖο κείμενο στίχοι 1-1180)
Ὠναξ Πυθῶνος μεδέων, ἐκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφῆς Παρνασσίδα πέτρην
σὴν ἀρετὴν ὑμνῶ: σὺ δὲ μοὶ κλέος ἐσθλὸν ὀπάσσαις:
πέμπε δ' ἐπὶ πραπίδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν
ὄφρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδήν
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνή.
Νῦν γὰρ σοί, λυροεργέ, φίλον μέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι τάπερ οὔποτε προσθεν
ἒφρασ' ὅταν Βακχοῖο καὶ 'Ἀπόλλωνος ἀνακτος
κέντρω ἐλαυνόμενος, φρικώδεα κήλ' ἐπιφαυσκον
θνητοῖς ἀνθρώποισιν ἄκη: μετὰ δ' ὅρκια μύσταις:
ἀρχαίου μὲν πρῶτα χάους ἀμέγαρτον ἀναγκην
καὶ Κρόνον ὃς ἐλόχευσεν ἀπειρεσίοισιν ὑφ' ὀλκοίς
Αἰθέρα καὶ διφυῆ περιωπέα κυδρὸν ''Ἐρωτα
Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν: ὂν ρὰ Φάνητα
ὀπλότεροι καλέουσι βροτοί: πρῶτος γὰρ ἐφάνθη:
Βριμοὺς τ' εὐδυνάτοιο γονᾶς, ἠδ' ἒργ' ἀΐδηλα
Γηγενέων, οἳ λυγρὸν ἀπ' οὐρανοῦ ἐστάξαντο
σπέρμα γονῆς, τὸ προσθεν ὅθεν γένος ἐξεγένοντο
θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον αἰὲν ἔασι:
θητείαν τὲ Ζηνός, ὀρεσσιδρόμου τὲ λατρείαν
μητρὸς ἂτ' ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος:
† εὐμήλου θ' `Ἠρακλῆος περίφημον ἄμυξιν:
ὅρκια τ' 'Ἰδαίων, Κορυβάντων τ' ἄπλετον ἰσχύν.
Δήμητρος τὲ πλάνην, καὶ Φερσεφόνης μέγα πένθος,
θεσμοφόρος θ' ὡς ἤν: ἠδ' ἀγλαὰ δῶρα Καβείρων,
χρησμοὺς τ' ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος,
Λῆμνον τὲ ζαθέην ἠδ' εἰναλίην Σαμοθράκην,
αἰπεινὴν τὲ Κύπρον, καὶ 'Ἀδωναίην 'Ἀφροδίτην
ὄργια Πραξιδίκης, καὶ † ἀρείνης νυκτὸς 'Ἀθήνης †
θρήνους τ' Αἰγυπτίων καὶ 'Ὀσίριδος ἱερὰ χύτλα.
'Ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
θηρῶν οἰωνῶν τὲ καὶ ἢ σπλάγχνων θέσις ἐστίν:
ἠδ' ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποίς
ψυχαὶ ἐφημερίων, ὕπνω βεβολημέναι ἦτορ:
σημείων τεράτων τὲ λύσεις, ἄστρων τὲ πορείας:
ἁγνοπόλον τὲ καθαρμὸν ἐπιχθονίοις μέγ' ὄνειαρ:
ἱλασμοὺς τὲ θεῶν, φθιμένων τ' ἐπινήχυτα δῶρα.
''Ἀλλὰ δὲ σοὶ κατέλεξ' ἄπερ εἴσιδον ἠδ' ἐνόησα,
Ταίναρον ἠνῖκ' ἔβην σκοτίην ὁδόν, ''Ἀϊδος εἴσω,
ἡμετέρη πίσυνος κιθάρη δὶ' ἔρωτ' ἀλόχοιο:
ἠδ' ὅσον Αἰγυπτίων ἱερὸν λόγον ἐξελόχευσα,
Μέμφιν ἒς ἠγαθέην περάσας, ἱερᾶς τὲ πόληας
''Ἀπιδος ἂς περὶ Νεῖλος ἀγάρροος ἐστεφάνωται:
πάντα μάλ' ἀτρεκέως ἀπ' ἐμῶν στέρνων δεδάηκας.
Νῦν δ' ἐπεῖ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος,
ἡμέτερον δέμας ἐκπρολιπῶν εἰς οὐρανὸν εὐρύν,
πεύση ἀφ' ἡμετέρης ἐνοπῆς ὄσσα πρὶν ἔκευθον.
''Ὡς πότε Πιερίην Λειβήθρων τ' ἄκρα κάρηνα
(ἠρώωντε καὶ ἡμιθέων πρόμος ἐξεπέρησε)
λισσόμενος μ' ἐπίκουρον ἐοὺ νόστοιο γενέσθαι
ποντοπόρω σὺν νηΐ πρὸς ἄξενα φύλ' ἀνθρώπων,
ἔθνος ἒς ἀφνειὸν καὶ ἀτάσθαλον ὢ ἐνὶ κραίνεν
Αἰήτης υἱὸς φαεσιμβρότου ἠελίοιο.
Θέσφατα γὰρ Πελίας δειδίσσετο μὴ οἱ ὄπισθεν
χειρὸς ὓπ' Αἰσονίδα καθέλη βασιλήϊον ἀρχήν.
Καὶ οἱ ὑπὸ πραπίδεσσι δόλου τρῖβον ἠπερόπευε:
τάσσε γὰρ ἐκ Κόλχων χρύσειον κώας ἐνείκαι
Θεσσαλίην εὔπωλον. `Ο δ' ὡς κλύεν ἔκνομον αὐδήν
χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν ''Ἠρην:
τῆνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
`Η δὲ παρ' εὐχωλήσιν ἐφέσπετο κηδομένη πέρ:
ἔξοχα γὰρ μερόπων ἠγάζετο καὶ φιλέεσκεν
δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἵα,
καὶ ρὰ καλεσσαμένη ἐπετέλλετο Τριτογενείη.
Καὶ οἱ φηγινέην πρῶτον τεκτήνατο νήα,
ἢ καὶ ὑπ' εἰλατίνοις ἐρετμοῖς ἀλιμυρέα βένθη
πρώτην ὑπεξεπέρησε, τρῖβον δ' ἤνυσσε θαλάσσης.
'Ἀλλ' ὄτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλήας,
Θρήκην εἰς εὔπωλον ἐπείγετο δίος 'Ἰήσων,
καὶ μ' ἔκιχεν κιθάρην πολυδαίδαλον ἐντύνοντα,
ὄφρα κὲ σοὶ μέλπων προχέω μελίγηρυν ἀοιδήν,
κηλήσω δὲ τὲ θήρας Ἰδ' ἑρπετὰ καὶ πετεηνά.
`Ηνίκα δ' εἰς ἄντρον πολυήρατον εἰσεπέρησε,
μείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν:
»'Ὀρφεῦ Καλλιόπης τὲ καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίη Κικόνεσσι πολυρρήνοισιν ἀνασσων
χαίρ' ἐπεῖ Αἱμονίους ὀχεᾶς πρώτιστον ἰκάνω,
Στρυμονίους τὲ ροᾶς, `Ροδόπης τ' αἰπεινὰ πρὸς ἄγκη.
Εἰμὶ δ' ἐγὼ Μινύαισι πανέξοχον αἷμα λελογχώς
Θεσσαλὸς Αἰσονίδης: ξεῖνος δὲ τοὶ εὔχομαι εἶναι.
'Ἀλλά, φίλος, προφρων μ' ὑποδέχνυσο καὶ κλύε μύθον
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένω ὑπάκουσον
'Ἀξείνου Πόντοιο μυχοὺς καὶ Φάσιν ἐρυμνόν
νηΐ σὺν 'Ἀργώη πελᾶσαι δείξαι τὲ θαλάσσης
παρθενίης ἀτραπούς, ἐπιήρατον ἠρώεσσιν,
οἳ ρὰ τεὴν μίμνουσι χέλυν καὶ θέσφατον ὀμφήν
ἐλπόμενοι ξυνὸν πελάγει ἐπαρηγόνα μόχθων.
Οὐ γὰρ δὴ πλώσαι πρὸς βάρβαρα φῦλα μέδονται
νόσφι σέθεν: καὶ γὰρ ρὰ ποτὶ ζόφον ἠερόεντα
νείατον εἰς κευθμώνα, λιτῆς εἰς πυθμένα γαίης,
μοῦνον ἀπ' ἀνθρώπων πελᾶσαι καὶ νόστον ἀνευρεῖν:
ὧν ἕνεκεν ξυνὴν τὲ δύην Μινύαισιν ἀρέσθαι
καὶ κλέος ἀνθρώποισιν ἐπ' ἐσσομένοισι πυθέσθαι.»
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον:
»Αἰσονίδη, τί μὲ ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κὲν ἒς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω,
νηΐ σὺν εὐσέλμω πλεύσας ἐπὶ οἴνοπα πόντον;
ἤδη γὰρ μοὶ ἄλις καμάτων, ἄλις ἐπλετο μόχθων,
ὧν ἰκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
Αἰγύπτω Λιβύη τὲ βροτοῖς ἀνὰ θέσφατα φαίνων.
Καὶ μὲ ἀλητείης τὲ καὶ ἐξ οἴστρου ἐσάωσε
μήτηρ ἡμετέρη καὶ ρ' εἰς δόμον ἤγαγεν ἄλλον
ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῶ.
'Ἀλλ' οὐκ ἒσθ' ὑπαλύξαι ἃ δὴ πεπρωμένα κεῖται.
Μοιρῶν ἐννεσίησιν ἐπείγομαι: οὐ γὰρ ἄτιμοι
ἰκεσίου Ζηνὸς κούραι Λιταί: ἴξομαι ἤδη
ὀπλοτέροις βασιλεύσι καὶ ἠμιθέοις ἐνάριθμος.»
Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ' ἐπέρησα
αὐτὴ σὺν φόρμιγγι καὶ εἰς Μινύας ἀφίκανον
λαιψηροίσι πόδεσσιν, ὑπὲρ Παγασηΐδας ἀκτᾶς.
''Ἔνθα δ' ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο
στεῖνον δὴ ψαμάθους ὁμάδω, ρηγμίνα τ' 'Ἀναύρου.
'Ἀλλ' ὄτε δὴ μ' ἐνόησαν ἀταρπιτὸν ἑξανύοντα,
ἀσπασίως ἤγερθεν: ἐγήθεε δ' ἦτορ ἐκάστω:
αὐτὰρ ἐμυθεόμην, ἐρεείνων ἄνδρας ἀρίστους.
Πρῶτα δὲ εἶδα βίην `Ἠρακλῆος θείοιο
ὂν τέκεν 'Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγείσα
ἦμος ὄτε τρισσὴν μὲν ἐλείπετο Σείριος αἴγλην
'Ἠέλιος, δολιχὴ δ' ἐπεμαίετο πάντοθεν ὄρφνη:
Τίφυν τ' 'Ἀγνιάδην, δολιχὴς ἰθύντορα νηός:
Θεσπιέων δ' ὄγε τῆμος ἐφ' ὕδασι Τελμισσοῖο
ἄγχουρος λαοῖς Σιφάεσι ρεῖθρον ἄμειβεν:
ὃς περὶ μὲν βύκταισι καὶ ἀργήεσσιν ἀέλλαις
νήα κατιθύνειν δέδαεν πολυμήτιδι τέχνη:
Κάστορα θ' ἰππόδαμον Πολυδεύκεα τ' εἰσενόησα
καὶ Μόψον Τιταρῆθεν, ὂν ''Ἀμπυκι νυμφευθείσα
Χαονίην ὑπὸ φηγὸν 'Ἀρηγονὶς ἐξελόχευσε:
Πηλέα τ' Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν
ὃς Δολόπεσσιν ἀνασσεν ἐνὶ Φθίη ἐριβώλω.
Τρισσὴν δ' `Ἐρμείαο κλυτὴν εἰσέδρακα γένναν,
Αἰθαλίδην, ὂν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
Μυρμιδόνος θυγάτηρ, 'Ἀλόπη ἐνὶ πετρηέσση
ἠδ' ''Ἐρυτον, καὶ καλὸν 'Ἐχίονα, τοὺς πότε Νύμφη
Λαοθόη Μενετοῖο παρευνηθεῖς ἐλόχευσε
Κυλλήνης μεδέων χρυσορραπις 'Ἀργειφόντης.
Αὐτίκα δ' 'Ἀκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος.
''Ἰφικλος αὖ Φυλάκου δίον γένος ἀντετόρησεν
Βούτης τ' Αἰνειάδης, ἴκελος χρυσάορι Φοίβω.
Κάνθος δ' Εὐβοίηθεν 'Ἀβαντιάδης ἐπέρησεν
ὂν δὴ μοίρ' ἐδάμασσε, τέλος δ' ἐπέθηκεν ἀναγκη
φθίσθαι ὑπὲρ Λιβύης, νόστον δ' οἴκοιο λαθέσθαι.
''Ἀλκωνος δὲ Φάληρος ἀπ' Αἰσήποιο ροάων
ἤλυθεν, ὃς Γύρτωνος ἀλιστεφὲς ἔκτισεν ἄστυ.
''Ἰφιτος αὖ μετὰ τοίσιν ἐφέσπετο Ναυβόλου υἱός
Φωκίδος ὃς ρ' ἤνασσε καὶ εὐπύργοιο Τανάγρης.
Λαοδόκος, Ταλαὸς καὶ 'Ἀρήϊος, υἱοὶ ἄμωμοι
ἦλθον 'Ἀβαντιάδαι περιώνυμοι οὖς τέκε Πηρῶ.
'Ἰφιδάμας δ' 'Ἀλέου παῖς ἤλυθε: πέμψε γὰρ αὐτόν
ἴφθιμος γενέτης, Τεγέης ὅρια προλιπόντα.
''Ἠλυθε δ' 'Ἐργίνος, Βράγχου πολυπυρὸν ἄρουραν
ἐκπρολιπῶν καὶ τύρσιν ἐρυμνὴς Μιλήτοιο,
ἔνθα ροαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου.
'Ἐν δὲ Περικλύμενος Νηλήϊος εἰσαφίκανεν,
ἀγχόθι Πελλήνης τὲ καὶ εὐύδροιο Λιπάξου
ἄστυ λιπῶν ἀφνειὸν ὀρειονόμους τὲ Κολώνας.
'Ἐκ δὲ λιπῶν Καλυδώνα θοὸς Μελέαγρος ἔβαινεν.
Οἰνεὺς τὸν ρ' ἐλόχευσε καὶ 'Ἀλθαίη ροδοπῆχυς.
''Ἰφικλος αὒτ' ἐπέρησε λιπῶν 'Ἀτρακηίδα λίμνην,
σύγγονος 'Ἀλθαίης: περὶ δ' αὖ τίεν ἔξοχα παντων
εὐειδῆ Μελέαγρον, Ἰδ' ἀγλαὰ ἒργ' ἐδίδασκεν.
'Ἀστερίων δ' ἐπέρησε πάϊς κλεινοῖο Κομήτου,
Πειρεσίην ὃς ἔναιεν ἐπ' 'Ἀπιδανοῖο ρεέθροις:
Πηνειὸς μίσγων ξυνὸν ρόον εἰς ἄλα πέμπει.
Εὐρυδάμας δ' ἐπόρευσε λιπῶν Βοιβηΐδα λίμνην,
ἀγχόθι Πηνειοῖο καὶ εὐπελαγέος Μελιβοίης.
Αὐτὰρ ἒπειτ' 'Ἐλάτοιο πάϊς Πολυφημος ἴκανεν
ὃς σφὶν ἐν ἠνορέησι μετέπρεπεν `Ἠρώεσσιν:
'Ἠνειὸς Καινῆος ἀφίκετο, τὸν ρὰ τὲ φασὶ
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι,
θεινόμενον πεύκαισι τανυφλοίοις τ' ἐλάτησι,
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατ' ἐρείσαι
ζῳὸν τ' ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.
2. ''Ἀδμητος δ' ἀφίκανε Φεραιόθεν, ὢ πότε Παιάν
θητεύων ὑποεικε: Διὸς δ' ἠλεύατο μήνιν
οὔνεκά τοι Κύκλωπας ἀμαιμακέτοισιν ὀϊστοίς
ἐν φθιτοίσιν ἒτευξ' 'Ἀσκληπιοῦ εἴνεκα λώβης.
''Ἠλυθε δ' Εὐρυτίων ''Ἰρου παῖς 'Ἀκτορίωνος
τρηχείην 'Ὀπόεντα λιπῶν, σὺν δ' ἤλυθεν ''Ἰδας
Λυγκεὺς θ', ὃς τήλιστα δὶ' αἰθέρος ἠδὲ θαλάσσης
βένθεα, καὶ Πλουτῆος ὑποχθονίοιο ρέεθρα
μοῦνος ἀπ' ἀνθρώπων δεινοίσιν ὀπώπεεν ὄσσοις.
Αὐτὰρ ἐπεῖ Τελαμὼν συνεφέσπετο, τὸν ρ' ἐλόχευσεν
Αἰακῶ ἀτρύτω κούρη κλυτοὺ 'Ἀσωποῖο
Αἲγιν' ἐν κροκάλησιν ἀλιστεφέος Σαλαμῖνος.
Δὴ τότ' ''Ἀβαντος παῖς νόθος ἤλυθε καρτερὸς ''Ἰδμων,
τὸν ρ' ὑποκυσσαμένη τέκεν 'Ἀπολλωνι ἀνακτι
'Ἀμφρύσου παρὰ χεύμα Φερητιᾶς 'Ἀντιάνειρα.
Τῷ καὶ μαντοσύνην ἐπορεν καὶ θέσφατον ὀμφήν
Φοῖβος, ἲν' ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
''Ἠλυθε δ' αὖ μετὰ τοίσι Μενοίτιος ἐξ 'Ὀπόεντος,
σύγχορτος Μινύαις: ἐπὶ δ' ἤλυθε δίος 'Ὀϊλεύς.
Φλίας δ' ἐξίκανε περικλυτὸς ὂν πότε Βάκχω
νύμφη ὑποκλινθεῖσα παρ' 'Ἀσωποῖο ροήσι
τίκτεν, ἄμωμον ἔχοντα δέμας καὶ ἐπιφρονα μήτιν.
Κηφεὺς τ' 'Ἀρκαδίηθε μεθ' ἠρώεσσι πελάσθη.
'Ἀλκαῖον δ' ἂν' ὅμιλον ἀπ' 'Ἀρκαδίης πολυμήλου
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον 'Ἀξείνοιο:
οὗτος δ' οὔποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις,
ἀλλ' ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
Ναύπλιος αὒθ' ἴκανεν, 'Ἀμυμώνης φίλος υἱός,
ὂν τέκεν εὐνηθεῖσα περικλυτῶ 'Ἐννοσιγαίω
ἀγλαὸν ἠνορέην δέμας εἴκελον ἀθανάτοισι.
Ταιναρίευς δ' Εὔφημος ἔβη Μαλεάτιδος ἄκρης
ἐκπρολιπῶν αὐλῶνας, ἁλικλύστους τὲ θεράπνας.
'Ἀγκαῖος τ' ἔμολε Πλευρώνιος, ὃς ρὰ πορείας
οὐρανίας ἄστρων ἐδάη, κύκλους τὲ πλάνητας.
Δίζετο γὰρ τὰ τ' ἐόντα τὰ τ' ἐσσόμεν' ἀνθρώποισιν.
'Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός:
σίνετο δὲ σφυρὰ δισσὰ πόδας δ' οὐκ ἦεν ἀρηρῶς:
τούνεκεν `Ἠφαίστοιο γόνον καλέεσκον ἅπαντες.
''Ἠλυθε δ' 'Ἀλφειοῖο λιπῶν Πισάτιδας ὄχθας
Αὐγείης, υἱὸς πυριφεγγέος 'Ἠελίοιο.
Ναὶ μὴν καὶ δίσσοι ὄρπηκες ἀμύμονες ἦκον,
'Ἀμφίων κλυτόφημος Ἰδ' 'Ἀστέριος μενεχάρμης
Πελλήνην προλιπόντ' ἢδ' ἤθεα πατρίδος αἴης.
Δισσὸν δ' αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
οὖς τέκ' 'Ἐρεχθῆος θείου κλυτῆ 'Ὠρείθυια
'Ἰλισσοὺ παρὰ χεύμα θεοῦ φιλοτητι μιγεῖσα:
οἳ δὴ καὶ ταρσοίσιν ὑπουατίοις πεπότηντο,
Ζήτῃς καὶ Κάλαϊς δέμας εἴκελοι ἀθανάτοισιν.
Αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἢλυθ' ἀνακτος
ἀγχιστεύς: νηὸς γὰρ ἐπ' 'Ἀργώας γεγένητο
ἄξεινον ποτὶ Φάσιν ἂμ' ἠρώεσσιν ἐλάσσαι.
Σὺν δὲ οἱ ἢλθ' ἔταρος `Ἠρακλέεος θείοιο
καλὸς ''Ὑλας: τὸν δ' οὔπω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννᾶς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλ' ἔτι κοῦρος ἔην, πολὺ δ' ἤνδανεν `Ἠρακλήϊ.
Οὗτοι μὲν ποτὶ νήα καὶ ἒς λόχον ἠγερέθοντο.
Καὶ ρὰ οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ' ἀγόρευε.
Δεῖπνα δ' ἐπορσύνοντο πολυξείνοιο τραπέζης,
Αὐτὰρ ἐπεῖ σίτοιο ποτοῦ θ' ἄλις ἐπλετο θυμός,
ἤμενοι ἐξείης πόθεεν μέγα ἔργον ἕκαστος.
'Ἀνστάντες δ' ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης
ἤϊον, ἔνθα τ' ἔμιμνεν ὑπὲρ ψαμάθου ἀλίη ναῦς,
τὴν ρὰ ποτ' εἰσορόωντες ἐθάμβεον: αὐτὰρ ἐπειτα
''Ἄργος ἐφημοσύναισι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέαισι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι
πρυμνόθεν ἀρτήσας. Κάλεεν δ' ἐπὶ μόχθον ἰκάνειν
πάντας κυδαίνων. Οἱ δ' ἐσσυμένως ὑπάκουσαν:
τεύχεα δ' ἐκδύνοντο, περὶ στέρνοισι δ' ἀνήπτον
σειραίην μήρινθον. 'Ἐπέβριθεν δ' ἂρ' ἔκαστος
αἴψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον 'Ἀργῶ.
'`Η δὲ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθω βεβάρητο,
αὐαλέοις φυκέεσσιν ἐρυκομένη ποτὶ χέρσω
ἡρῴων παλάμησιν ὑπὸ στιβαρήσιν ἀπειθῇς.
Παχνώθη δ' αὖ θυμὸς 'Ἰάσονος: αὐτὰρ ἔμοιγε
νεῦσεν ὀπιπτεύων ἶνα οἱ θάρσος τὲ βίην τὲ
μολπὴ ὑφ' ἡμετέρη κεκμηόσιν αἰὲν ὀρίνω.
Αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσί,
μητρὸς ἐμῆς ἐκέρασσ' εὐτερπέα κόσμον ἀοιδής,
καὶ οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα:
»''Ἔξοχον `Ἡρῴων Μινυήιον αἷμα γενέθλης,
εἰ δ' ἄγε νῦν στερροίσιν ὑπὸ στέρνοισι κάλωας
βρίσαθ' ὁμορροθέοντες, ἐρείσατε δ' ἴχνια γαίη
ταρσοίσιν ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες:
καὶ χαροπὸν ποτὶ χεύμα γεγηθότες ἔλξατε νήα.
'Ἀργῶ πεύκησιν τ' ἠδὲ δρυσὶν γομφωθείσα
ἅι' ἐμῆς ἐνοπῆς καὶ γὰρ πάρος ἔκλυες ἤδη
ἠνίκα δένδρε' ἔθελγον ἐν ὑλήεντι κολώνη
πέτρας τ' ἠλιβάτους, καὶ μοὶ κατὰ πόντον ἔβαινες
οὖρε' ἀποπρολιποῦσα, ἐπέσπεο δ' αὖτε θαλάσσης
παρθενίης ἀτραπούς: σπέρχου δ' ἐπὶ Φάσιν ἀμείβειν,
ἡμετέρη πίσυνος κιθάρη καὶ θεσκέλω ὀμφή.»
Δὴ τότ' ἐπιβρομέουσα Τομαριᾶς ἔκλυε φηγός
ἢν οἱ ὑποτροπίην ''Ἄργος θέτο νηΐ μελαίνη
Παλλάδος ἐννεσίησιν: ἀνηέρθη δὲ μάλ' ὤκα
δούρατ' ἐλαφρίζουσα, θοὴ δ' ὠλίσθανε πόντω:
καὶ οἱ ἐπειγομένη θαμινᾶς ἐκέδασσε φάλαγγας
αἳ οἱ ὑπὸ τρόπι κεῖντο μιᾶς σχοίνοιο ταθεῖσαι.
'Ἐν δ' ἂρ' ἔβη, λιμένος χαροπὸν δ' ἀνεχάσσατο κῦμα:
Θίνες δ' ἀμφέκλυσθεν: ἐγήθει δὲ φρέν' 'Ἰήσων,
ἄλτο δ' ἔσω νεὸς ''Ἄργος, ἐφέσπετο δ' ἀγχόθι Τίφυς
καὶ οἱ ἐπάρτια θήκαν ἀρηρότα πορσύνοντες,
ἱστὸν τ' ἢδ' ὀθόνας: ἐπὶ δ' αὒτ' οἴηκας ἔδησαν,
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δ' ἰμάσιν.
Αὐτὰρ ἒπειθ' ἐκάτερθεν ἐρετμοὺς ἠπλώσαντο,
εἰσβαίνειν δ' ἐκέλευον ἐπειγομένους Μινύηας.
τοίσιν δ' Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα:
»Κέκλυτε μεύ, βασιλῆες ἀμύμονες, οὐ γὰρ ἔμοιγε
ἀνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνασσειν.
`Υμείς δ', ὄντιν' ἄρα κραδίη θυμὸς τὲ μενοινὰ
ἡγεμόνα στήσασθε: καὶ ὢ περὶ πάντα μελήσει
σημανέειν ὃ τί κὲν ρέξαι ἔπος ἠδὲ καὶ ἔργον
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τ' ἐπὶ γαῖαν,
εἴτε καὶ ἒς Κόλχους καὶ ἒς ἀλλοδαποὺς ἀνθρώπους.
Καὶ γὰρ δὴ μούνοι σὺν ἐμοὶ πόλεες τὲ καὶ ἐσθλοί,
οἳ ρὰ καὶ ἀθανάτου ρίζης γένος εὐχετάασθε,
ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὂφρ' ἂν ἄροισθε.
'Ἀλλ' οὐ δὴ κάρτιστον ἀρειότερον τὲ γενέσθαι
`Ηρακλήος ἄνακτος οἴομαι: ἵστε καὶ αὐτοί.»
'`Ως ἒφαθ', οἱ δ' ἄρα πάντες ἐπήνεον: ἐν δ' ἄρα φωνὴ
λαὸς ἐπερρόθεεν, Μινύαις ἐπικοίρανον εἴναι
'Ἀλκείδην, ὃς πάσι μέγ' ἔξοχος ἦεν ἐταίροις.
'Ἀλλ' οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὃς ρὰ οἱ ἤδη
''Ἠρης ἐννεσίησι τετιμένον Αἴσονος υἱόν,
ὡς δὴ οἱ κλέος ἐσθλὸν ἐπεσσομένοισιν ὄπαζεν:
ὡς ρὰ οἱ αὐτὸς ἔνισπεν, 'Ἰήσονα κοίρανον εἴναι
πεντήκοντ' ἐρέταισιν, ἀνὰ τραφερὴν τὲ καὶ ὑγρήν.
Καὶ τότε δὴ μάλα πάντες ἐπήνεον, ὡς ἐκέλευεν
`Ηρακλέης, καὶ θήκαν 'Ἰήσονα κοίρανον εἶναι.
'~Ημος δ' ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
ἴπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα,
τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱός
πίστιν ἐφ' ἠρώεσσι καὶ ὅρκια συνθεσιάων
θέσθαι ὂφρ' ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο:
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος 'Ἀντιοφήμου,
πορσύναι μ' ἐκέλευε θοῶς ἱερήϊα καλά.
Αὐτὰρ ἐγὼ ψαφαραίσιν ἐπ' ἠϊόνεσσιν ἐνείκα
κάλα, τὰ τ' ἐκ δρυὸς ἐστι φερεσβίου: ἐν δ' ἂρ' ὕπερθε
πέπλω παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
Καὶ τότε δὴ κραντήρα βοῶν περιμηκέα ταῦρον
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δίαν,
ζωόταμον: περὶ δ' αἷμα πυρὴ χέον ἔνθα καὶ ἔνθα.
Αὐτὰρ ἐπεῖ κραδίην θραύσας ποπάνοισιν ἔθηκα,
λείψας ὑγρὸν ἔλαιον, ἐπ' αὐτῶ δὲ γλάγος ἄμνης.
''Ἥρωας δ' ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας
δούρατ' ἐπαμπήξασθαι Ἰδ' ἄορα κωπήεντα,
βύρση τὲ σπλάγχνοισι τ' ἐρειδομέναις παλάμησι.
Θήκα δ' ἂρ' ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
ὀστράκεον, τῷ πάντᾳ περιφραδέως ἐμέμικτο,
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή,
αἷμα δ' ἐπὶ ταύροιο, θαλάσσης θ' ἁλμυρὸν ὕδωρ.
Στέψασθαι δ' ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης:
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμαίσιν
ἀμπλήσας κυκεῶνος, ἐφεξείης ἐπένειμον
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων.
Πυρκαϊὴ δ' ἐκέλευον 'Ἰήσονα λαμπάδα θέσθαι
πεύκης ἀζαλέης: ὑπὸ δ' ἔδραμε θεσπεσίη φλόξ.
Δὴ τότ' ἐγὼ πρὸς χεύμα πολυφλοίσβοιο θαλάσσης,
χεῖρας ἐπαντείνας, τάδ' ἀπὸ γλώσσης ἀγόρευσα,
»'Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιο τὲ πόντου
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτάς
ναίεθ' ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ.
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων,
ἄμμιγα πεντήκοντα κόραις πάσαισιν ἐρανναῖς:
Γλαυκὴν δ' ἰχθυόεσσαν, ἀπείριτον 'Ἀμφιτρίτην,
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα,
λαιψηροὺς τ' ἀνέμους, αὔραις μίγα χρυσεοτάρσαις,
ἄστρα τὲ τηλεσίφαντα, καὶ ἀχλύα νυκτὸς ἐρεμνής
αὐγὴν τ' ἠελίοιο ποδῶν προποδηγέτιν ἴππων
δαίμονας εἰναλίους τὲ μιγαζομένους ἤρωσιν,
ἀκταίους τὲ θεούς, ποταμῶν θ' ἀλιμυρέα ρεῖθρα:
αὐτὸν τὲ Κρονίδην σεισίχθονα κυανοχαίτην,
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
Τόφρα μὲν οὒν ἐπίκουροι 'Ἰάσονος ἔμπεδον αἰεὶ
μίμνωμεν προφρόνως ξυνὼν ἐπαρηγόνες ἄθλων,
ζωοὶ νοστήσωμεν ἐὰ πρὸς δώμαθ' ἕκαστος:
ὃς δὲ κὲ συνθεσίης δηλήσεται οὐκ ἀλεγίζων
ὅρκον ὑπερβάσιον, τούτου δ' ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ 'Ἐριννύες αἰνοδότειραι.»
'`Ως ἐφάμην: οἱ δ' αὔτις ὁμοφροσύνη κατένευσαν
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
Αὐτὰρ ἐπεῖ ρ' ὄμοσαν τὲ τελεύτησαν τὲ τὸν ὅρκον,
δὴ τότε νηὸς ἐὴς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεῦχε' ἔθεντο,
χεῖρας ἐρετμώσαντες: ἐκέκλετο δ' αὐτόθι Τίφυς
ἐκταδίοις ὄπλοις δῆσαι παρὰ κλίμακα μακρήν
ἱστία δ' ἀπλώσαι, λιμένος δ' ἐκ πείσματα θέσθαι.
Καὶ τότε δὴ λίγυν οὖρον ἐπιπροέηκε νέεθαι
''Ἠρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δ' ἒς πλόον 'Ἀργῶ.
Οἱ δ' ἂρ' ἒπ' εἰρεσίην ἔπεχον χεῖρας τὲ νόον τὲ
ἄκμητοι βασιλῆες, ἐτέτμετο δ' ἄσπετος ἅλμη,
ἀφροῦ ἂμ' οἰδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα.
Τῆμος δ' ἱερὸς ὄρθρος ἀπ' 'Ὠκεανοῖο ροάων
ἀντολίας ἤνοιγεν, ἐπέσπετο δ' 'Ἠριγένεια
ἠδὺ φάος θνητοίσι καὶ ἀθανάτοισι φέρουσα:
καὶ τότε δὴ σκοπιαὶ τὲ καὶ ἠνεμόεσσα κολώνη
Πηλίου ὑλήεντος ἀπ' ἠϊόνος κατέφαινε.
Τίφυς δ' ἀμπαύσας δισσὴς οἰήια χειρός
τυτθὸν ὑπειρεσίησιν ἐκέκλετο κῦμα χαράσσειν:
καὶ ρὰ θοῶς ἀκτήσιν ὑπέδραμον: ἐκ δ' ἄρα νηός
κλίμακα δαυρατέην λιμένων ἔντοσθε χάλασσαν.
'Ἐκ δ' ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου:
τοίσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς:
»'~Ω φίλοι, ἀθρεῖτε σκοπιὴς προύχοντα κολωνόν,
μέσσω ἐνὶ πρηώνι κατασκιον, ἐνθάδε Χείρων
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων
οἳ τρᾶφεν ἐν Φολόῃ, Πίνδου τ' αἰπεινὰ κάρηνα,
ὃς ρὰ δικασπολίη μέλεται καὶ ἀκεύμασι νούσων:
ἄλλοτε δ' αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνον `Ἐρμάωνος,
πάσι περικτιόνεσσι δικασπολίας ἀναφαίνει.
Τόφρα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυροπεζα
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα,
Πήλιον εἰνοσίφυλλον ἔβη, Χείρωνι τ' ἔδωκεν
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδ' ἀτιτάλλειν.
'`Ον δὴ μοὶ πόθος ἐστὶ περὶ φρένα θηήσασθαι.
'Ἀλλά, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμαι
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἴσι κέκασται.»
'`Ως εἰπῶν ἐξίκεν ἀταρπιτόν: οἳ δ' ἐπόμεσθα:
Αὐτὰρ ἐπ' εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδὴ
καὶ προσκεκλιμένος μὲν ἐπ' οὐδαίοιο χαμεύνης
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρη
ἰππείαισιν ὀπλαίσι τανυσσάμενος θοὰ κῶλα.
'Ἀγχοῦ δ' ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱός
χειρὶ λύραν ἤρασσε, φρένας δ' ἐπετέρπετο Χείρων.
'Ἀλλ' ὄτε δὴ ρ' ἄθρησεν ἀγακλειτοὺς βασιλήας
ἀσπασίως ἀνόρουσε, κύσεν δ' ἄρα φῶτα ἕκαστον:
δαίτα τ' ἐπόρσυνεν: μέθυ δ' ἀμφιφορεύσι κόμισσεν,
ρωγαλέαις τ' ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα:
κλινθῆναι δ' ἐκέλευσεν, ἀδαιδάλτοις δ' ὑπὸ πλακταίς
κρεία χύδην προύθηκε συῶν ἐλάφων τὲ ταχειῶν:
αὐτὰρ ἒπειτ' ἐπένειμε ποτὸν μελιηδέος οἴνου.
'Ἀλλ' ὄτε δὴ δόρποιο ποτοῦ θ' ἄλις ἐπλετο θυμός
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὂφρ' ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων.
'Ἀλλ' ἐγὼ οὐ πιθόμην: περὶ γὰρ μὲ ἐπήλυθεν αἰδώς,
ὀπλότερον γεγαώτα γεραιτέρω ἰσοφαρίζειν:
μέσφ' αὐτὸς Χείρων ἐλιλαίετο καὶ μ' ἀέκοντα
ἠνώγει ἄδων ἐριδαινέμεν εἴνεκα μολπῆς.
Πρῶτος δ' αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν
ἢν ρὰ τότ' ἐν χείρεσσι φέρων ὤρεξεν 'Ἀχιλλεύς.
''Ὃς δ' ἂρ' ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων,
οὖς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφών
ἠδ' ὡς `Ἠρακλήϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν: ἐπεῖ μένος οἴνου ἔγειρεν.
Αὐτὰρ ἔγωγε μετ' αὐτὸν ἑλῶν φόρμιγγα λιγείαν,
ἐκ στόματος μελίγηρυν ἰεῖς ἀνέπεμπον ἀοιδήν:
Πρῶτα μὲν ἀρχαίου χάεος μελανήφατον ὕμνον,
ὡς ἐπάμειψε φύσεις, ὡς τ' οὐρανὸς † ἒς πέρας ἦλθε:
γὴς τ' εὐρυστέρνου γένεσιν, πυθμένας τὲ θαλάσσης:
πρεσβύτατον τὲ καὶ αὐτοτελῆ πολυμητιν ''Ἔρωτα,
ὄσσα τ' ἔφυσεν ἅπαντα, διέκρινε δ' ἄλλον ἀπ' ἄλλου:
καὶ Κρόνον αἰνολέτην, ὡς τ' ἒς Δία τερπικέραυνον
ἤλυθεν ἀθανάτων μακάρων βασιλήϊος ἀρχή.
Μέλπον θ' ὀπλοτέρων μακάρων γένεσιν τὲ κρίσιν τέ:
καὶ Βριμούς, Βάκχοιο, Γιγάντων τ' ἒργ' ἀΐδηλα,
ἀνθρώπων τ' ὀλιγοδρανέων πολυεθνέα φύτλην
ἤειδον: στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδή,
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης.
''Ἐστατο δ' ἄκρα κάρηνα καὶ ἄγκεα δενδρήεντα
Πηλίου, ὑψηλᾶς τὲ μετὰ δρύας ἤλυθε γήρυς.
Καὶ ρ' αἳ μὲν προρριζοι ἐπ' αὔλιον ἐθρώσκοντο
πέτραι τ' ἐσμαράγουν: Θῆρες δ' ἀΐοντες ἀοιδής,
σπήλυγγος προπάροιθεν ἁλυσκάζοντες ἔμιμνον:
οἰωνοὶ τ' ἐκυκλοῦντο βοαύλια Κενταύροιο
ταρσοῖς κεκμηῶσιν, ἐὴς δ' ἐλάθοντο καλιής.
Αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε, χείρ' ἐπὶ καρπὼ
πυκνὸν ἐπισσείων, οὔδας δ' ἤρασσεν ὀπλήσι.
Τίφυς δ' εἰσεπέρησε νεῶς ἀπό, καὶ ρ' ἐκέλευσεν
ὤκα πέραν Μινύαισιν: ἐγὼ δ' ἄμπαυον ἀοιδής,
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεῦχε' ἕκαστος.
Παῖδα δ' ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς,
καὶ ρ' ἔκυσεν κεφαλὴν τὲ καὶ ἄμφω φώεα καλά,
δακρυόεν γελόων: κηλήθη δὲ φρέν' 'Ἀχιλλεύς.
Αὐτὰρ ἐμοὶ Κένταυρος ἐὴ γέρας ὤπασε χειρί,
νεβρὴν παραλέην ξεινήιον ὄφρα φέροιμι.
'Ἀλλ' ὄτε δὴ σπήλυγγος ἀπὸ προθορόντες ἔβημεν
ἄκρης ἐκ σκοπιὴς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
Φιλλυρίδης ἠράτο, θεοὺς δ' ἐπεκέκλετο παντας
νόστον μὲν Μινύαισιν, ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι
ὀπλοτέροις βασιλεύσι καὶ ἐσσομένοις μερόπεσσιν.
Αὐτὰρ ἐπεῖ τ' ἐπὶ θίνα καὶ ἒς νέα πάντες ἔβησαν,
ἐν προτέροις θώκοισι καθίζανον: ἐν δ' ἂρ' ἐρετμοίς
χεῖρας ἐφαπλώσαντες, ἐπὶ ρ' ἄλα τύπτον ἕκαστος,
Πήλιον ἐκνεύσαντες: ὑπὲρ μέγα λαίτμα τὲ πόντου
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
Πισσαίη δ' ἀπέκρυφθεν ἄκρη καὶ Σηπιᾶς ἀκτή,
φάνθη δὲ Σκίαθος, Δολοπὸς τ' ἀνεφαίνετο σῆμα,
ἀγχίαλος θ' `Ὁμόλη, ρεῖθρον θ' ἀλιμυρὲς ἐναύλου
ὃς διὰ πολλὴν γαῖαν ἰεῖ μεγαλοβρομον ὕδωρ.
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηώνας ἐρυμνούς
εἰσέδρακον Μινύαι, καὶ ''Ἀθω δενδρώδεα κάμψαν,
Πελλήνην τ' εὐρεῖαν: ἰδὲ ζαθέην Σαμοθρήκην,
ἔνθα καὶ ὅρκια φρικτὰ θεῶν ἄρρηκτα βροτοίσιν,
ἄσμενοι εἰσεπέρησαν ἐμῆς ὑποθημοσύνησιν
ἥρωες: μέγα γὰρ σφὶν ὀφέλσιμον ἀνθρώποισι
τῆσδε θυηπολίης, ἄμοτον πλωτήρσιν ἐκάστοις.
Σιντιακαῖς δ' ὀφρύσιν ἐκέλσαμεν ὠκύαλον ναύν
Λήμνω ἐν ἠγαθέῃ: τόθι πὲρ κακὰ ἔργα μεμήλει
θηλυτέραις: αἳ γὰρ κὲν ἀϊστώσαντο συνεύνους
σφήσιν ἀτασθαλίησι, καὶ ἡ κλυτὴ `Ὑψιπύλεια
ἐλδομέναις κραίνεσκε, γυναικὼν εἶδος ἀρίστη.
'Ἀλλὰ τί σοὶ περὶ τῶνδε πόλυν λόγον ἀμφαδὸν εἰπεῖν,
ὄσσον ἐφ' ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
Κύπρις ἐρωτοτρόφος, Μινύαις εἰς λέκτρα μιγῆναι;
φίλτροις `Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν 'Ἰήσων:
ἄλλη δ' ἄλλος ἔμικτο: καὶ ἐκλελάθοντο πορείης,
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θυμὼ
ἠμετέρω θελχθέντες ἔβαν ποτὶ νήα μέλαιναν,
εἰρεσίην ποθέοντες ἐπεμνήσαντο δὲ μόχθου.
''Ἔνθεν ἒς `Ἑλλήσποντον ἂμ' ἠώους φέρεν οὔρος
ἀκραὴς Ζέφυρος, στεινὴς ἀπάτερθεν 'Ἀβύδου,
''Ἰλιον Δαρδανίην, Πιτύην τ' ἐπὶ δέξι' ἔχοντας,
οὗ καὶ 'Ἀβαρνιάδος Περκώτης τ' εὔσταχυν αἴαν
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοήσιν.
Αἴψα δ' ἐπιθρώσκουσα θέεν πολυηγόρος 'Ἀργῶ.
Αὐτὰρ ἐπεῖ ψαμάθοισιν ἐκέλσαμεν, ἐν δ' ἄρα Τίφυς
ἰθύντωρ ἀκάτοιο, καὶ ἀγλαὸς Αἴσονος υἱός,
σὺν τ' ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείη
θήκαν ἀείραντες βριθὺν λίθον, ἔνθα δὲ νύμφαι
κρήνη ὑπ' 'Ἀρτακίη καλὰ νάματα πλημμύρουσιν:
οὔνεκα οἱ πλώουσιν ἀνὰ πλατὺν `Ἐλλήσποντον
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
οὐδ' εἰς γαῖαν ἔριψαν ἐϋγνάμπτους ἀγκύρας,
κύμασι θεινόμενοι ὑπὸ χειμερίαισιν ἀήταις.
'Ἐνθάδε προσύνοντες ἐπὶ κροκάλαις προυχούσαις
δεῖπνα τὲ καὶ κλισίην, δόρπου μεμνήμεθ' ἕκαστοι.
Δὴ τότε κεκλιμένοισιν ἐπήλυθε Κύζικος ἥρως,
ὃς Δολόπων ἤνασσε περικτιόνων ἀνθρώπων.
Αἰνῆος φίλος υἱὸς ὂν οἱ τέκε διὰ γυναικών
Εὐσώρου θυγάτηρ Αἰνίππη καλλιπάρηος:
ὃς ρὰ φιλοξενίη Μινύας ἐγέρηρεν ἅπαντας,
σφάζων πιὰ τὲ μῆλα καὶ εἰλίποδας ἕλικας βούς,
ἀγροτέρους τὲ σύας: δῶκεν δ' ἐπὶ οἶνον ἐρυθρόν,
σῖτον δ' ἄφθονον ἦκεν ἀποπλώουσι φέρεσθαι,
χλαίνας τ' ἠδὲ τάπητας, ἐϋννήτους τὲ χιτῶνας.
3. Κῦμα δ' ἀνερρόχθησε: βυθὸς δ' ὑποείκαθε νηί,
ἡμετέρη πίσυνος κιθάρη, διὰ θέσκελον αὐδήν.
'Ἀλλ' ὄτε δὴ πορθμοῖο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτῖκ' ἂρ' αἳ γὲ
βυσσόθεν ἐρριζοῦντο, καὶ ἔμπεδον αἰὲν ἔμιμνον.
Οὕτω γὰρ Μοίραι τάδ' ἐπεκλώσαντο βαρείαι.
Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματ' ὀλέθρου,
`Ρηβανού προχοαίσι μέλαιν' ἐξικόμεθ' ἀκτήν,
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις,
Σαγγάριος θ' ὃς κύματ' ἐπιτρέχει Εὐξείνοιο.
'Ἀλλ' ὅτ' ἒπ' αἰγιαλὸν ἐπενεισάμεθ' εἰρεσίησιν,
ἀμφὶ Λύκοιο ρέεθρον ἐκέλσαμεν, ὢ ἐπὶ λαοίς
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὃς ρ' ὑπέδεκτο
ἥρωας Μινύας, ξενίη δ' ὑπέδεκτο τραπέζη,
φίλετο δ' αὖ νύκτας τὲ καὶ ἤματα συνεχὲς αἰεῖ.
''Ἔνθα καὶ αἴσα παρέσχε καταφθίσθαι δύο φώτας,
'Ἀμπυκίδην ''Ἰδμωνα, κυβερνητήρα τὲ Τίφυν.
Τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
τὸν δ' ἔκτεινεν θήρ, σὺς ἄγριος: αὐτὰρ † ὃ τοῖς γὲ
τύμβους χευάμενοι πολιὴν † ἐπένησαν θίνα †
'Ἀγκαίω πίσυνοι: τὸν γὰρ φάσαν ἴδριν ἀπαντες
ναυτιλίης σφετέρησι δαημοσύνησι κεκάσθαι.
Αὐτὰρ πηδαλίων οἰήια λάζετο χειρὶ
νήα κατιθύνων ἐπὶ Παρθενίοιο ρέεθρα,
ὂν δὴ Καλλίχορον μὶν ἐπώνυμον οἱ καλέουσιν,
ὂν τοὶ ἐγὼ μύθοισιν ἐπὶ προτέροισιν ἔλεξα.
''Ἔνθεν ἄκραν προβλῆτα παραπλώσαντες ἔβημεν
γῆν ἐπὶ Παφλαγόνων, τὴν δὴ παραμειψε θεουσα
'Ἀργῶ ὑπὲρ μέγα λαίτμα: Καραμβιακὴν δ' ἴκετ' ἄκρην,
ἢ ἐνὶ Θερμώδων κεῖται ''Ἀλυος τὲ ρέεθρον,
βάλλον ἐπ' αἰγιαλόν, δίνας ἀλιμυρέας ἕλκον.
Νέρθε δ' ὑποθρώσκουσι βορειάδος ἀντίον ἄρκτου
μακρὰ Θεμισκύρης Δοιαντίδος † ἄψεα κεῖται †
ἄγχι δ' 'Ἀμαζονίδων δαμνίππων ἄστεα κεῖται,
καὶ Χάλυβες, Τιβαρηνὰ τ' ἔθνη, λαοὶ τὲ Βέχειρες
μίγδην ἐν Μοσύνοισι πέδον περιναιετάουσι:
λαιὰ δ' ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοίσι
ἤχι τὲ Μάκροι ἔσαν Μαριανδύνοισιν ὅμουροι.
Νέρθε δὲ τοὶ `Ἐλίκης δολιχὸς παρακέκλιται αὐχήν
ἔνθα δ' ὑπωρείησιν ἐπὶ προβλήσι κυκλούνται
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα κόλπου:
οὗ Σύμης ὅρος ἐστὶ πολὺς τ' εὐθαλὴς λειμών,
ἐνθᾶδ' 'Ἀράξου ρεῦμα μεγαβρεμέτου ποταμοῖο,
ἐξ οὗ Θερμώδων Φάσις Τάναϊς τὲ ρέουσιν,
οὗ Κόλχων κλυτᾶ φῦλα καὶ `Ἡνιόχων καὶ 'Ἀραξῶν.
'`Ον παραμειβόμενοι, μυχάτοις ἐπεπλείομεν ὄρμοις
Οὔρων, Χιδναίων τέ, Χαρανδαίων, Σολύμων τὲ
'Ἀσσυρίων τὲ λεών, τρηχὺν δ' ἀγκῶνα Σινώπης,
καὶ Φίλυρας Ναπάτας τὲ καὶ ἄστεα πυκνὰ Σαπείρων
Βύζηρας τ' ἐπὶ τοίσιν, Ἰδ' ἄξενα φῦλα Σιγύμνων.
'~Ικτο δ' ὑπὸ πνοιὴς ἀνέμου πλησίστιος 'Ἀργὼ
ὄρθριον, ἐρχομένης ἠοὺς ἐπ' ἀπείρονα κόσμον,
ἐσχατ' ἒπ' 'Ἀξείνου Φάσιν κατὰ καλλιρέεθρον.
Αὐτὰρ ἐπεῖ ποταμοῖο διὰ στόμα πρηΰ ρέοντος
ἰκόμεθ' αὐτὶκ' ἄρα στέφανον καὶ τεῖχος ἐρυμνόν
Αἰήτου κατέφαινε καὶ ἄλσεα τοῖς ἐπὶ κώας
χρύσεον ἠώρητο χαλαζαίη ἐπὶ φηγῶ.
'Ἀγκαῖος δ' ἤνωγε παραιφάμενος ἐπέεσσι
λαίφεα τὲ στέλλειν, καὶ ἐπικριὸν αὔθι χαλάσσαι
ἱστὸν ἀνακλίναντας, ὑπ' εἰρεσίη δὲ νέεσθαι.
'`Ως οἳ μὲν τὰ ἕκαστα πονήατο: αὐτὰρ 'Ἰήσων
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ξυνὴν μὲν Μινύαισιν ἄδην ἀνενείκατο φωνήν,
ἠὲ γ' ἒπ' Αἰήταο μόλη δόμον οἶος ἀπ' ἄλλων,
μειλιχίοις στέρξη τὲ παραιφάμενος ἐπέεσσιν:
ἠὲ μεθ' ἠρώεσσι καὶ ἒς μόθον αὐτίκα λεύσσοι.
'Ἀλλ' οὐ γὰρ Μινύαισιν ἐπήνδανε πάσι νέεσθαι:
δείμα δ' ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος ''Ἠρη,
ἀμβολίην θ' ἶνα δὴ τελέση, τάπερ αἴσα γενέσθαι.
'~Ωκα δ' ἂρ' οὖλον ὄνειρον ἀπ' οὐρανοῦ ἦκε φέρεσθαι
εἰς δόμον Αἰήταο: συθεῖς δ' ὄγε δείμα πέλωρον
''Ἐσκηψεν βασιλήα περὶ φρένας, ὃς νὶν ἔδοξε
παρθένου ἢν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἐοίσι
Μηδείας κόλποισιν ἐν ἰμερτοίσι συθήναι
ἀστέρα παμφανόωντα δὶ' ἠερίοιο πορείης.
'`Η δ' ἐπεῖ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῶ,
ἦκε φέρουσ' εἰς χεύματ' εὐρρείτου ποταμοῖο
Φάσιδος: ἀστέρα δ' αἰὲν ἀναρπάξαντα ρέεθρον
οἴχεσθαι πόντοιο δὶ' 'Ἀξείνοιο φέροντα.
Ταῦτα δ' ἐσαθρήσας δολίου ἐξέσσυτο ὕπνου,
ἀπροφανή, στυγερὸν δὲ περὶ φρένας εἴλκετο δείμα:
ἄλτο δ' ἂρ' ἐξ εὐνῆς: δμωσὶ δὲ οἱ ὢκ' ἐπέτελλεν
ἵππους ἐντύνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήνην,
ὄφρα κὲ μειλίξαιτο κιὼν ἐπὶ ρεῖθρον ἐραννόν
Φάσι δινήεντα, σὺν ἐνδαπίης μίγα νύμφαις,
ψυχᾶς θ' `Ἡρῴων, ὄσσαι τ' ἐπὶ ρεῖθρον ἄμειβον.
Θυγατέρας δ' ἔκληζε θυώδεος ἐκ θαλάμοιο,
Χαλκιόπην σὺν παισὶν ἀποφθιμένου Φρίξοιο,
ἠδ' ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν
παρθένον αἰδοίην, ὂφρ' ἂν συνέποιτο κίοντι.
''Ἀψυρτος δ' ἀπάνευθε δόμους ναίεσκε πόληος:
ἅρμα δ' ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
Αἰήτης: τὸν δ' αἴψα δὶ' ἐκ πεδίου φέρον ἴπποι
χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα πὲρ αἰεὶ
εὐχωλᾶς ρείθροισι καὶ ἱερὰ κάλ' ἐκόμιζεν.
Κείναισιν δ' ὄχθαισιν ὑποδρόμος ἤλυθεν 'Ἀργῶ.
Καὶ ρὰ τότ' Αἰήτης εἰσέδρακεν, ἐν δ' ἄρα πολλούς,
ἐξείης ἥρωας ὁμιλαδὸν ἐδριόωντας,
ἀθανάτοις ἰκέλους: περὶ γὰρ ρὰ ἐ τεύχεα λάμπε.
Τοίσι δ' ἂρ' ἐν παντεσσι μετέπρεπε δίος 'Ἰήσων.
''Ἠρη γὰρ περὶ πάμπαν ἐτίετο, καὶ οἱ ἔδωκε
κάλλος τὲ μέγεθος τὲ καὶ ἠνορέην ὑπερόπλον.
'Ἀλλ' ὄτε δὴ σχεδὸν ὄντες ἐπ' ἀλλήλοις βάλον ὄσσε,
Αἰήτης Μινύαι τέ, περὶ φρένα παχνώθησαν.
Πρόσθε γὰρ Αἰήτης μὲν ἐφ' ἅρματος ἠέλιος ὤς
λάμπετο μαρμαρυγαίσι πέριξ χρυσέων ἀπὸ πέπλων:
ἀμφὶ δὲ οἱ στεφάνην κεφαλὴ ἔχε θυσσανόεσσαν
ἀκτίσιν φλογέαις: σκῆπτρον δ' ἐν χερσὶν ἐνώμα
ἀστεροπαῖς ἴκελον: δοιῶ δ' ἐκάτερθεν ἔηστον
θυγατέρες: ταῖς γὰρ κὲν ἀγαλλόμενος πεφόρητο.
Σμερδνὸν ὑπ' ὀφθαλμοίσιν ἐσέδρακε νηὶ πελασθεῖς,
καὶ οἱ ἀπὸ στηθέων βριαρὴν ἀνενείκατο φωνήν
δεινὸν ὁμοκλήσας: μέγα δ' ἀντιάχων ἐγεγώνει:
»Φράζετον οἵτινες ἐστέ, τί δὲ χρέος ὕμας ἰκάνει,
ἐκ πόθεν ἐλδομένοισι Κυτηΐδα γαῖαν ἀμείψαι,
οὐδ' ἂρ' ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε,
οὐδὲ λεὼν σκήπτροισιν ἐπήρανον ἠμετέροισι
Κόλχων, οἳ κὲν ''Ἀρηϊ δορυσσόω εἰσὶν ἀτειρεῖς,
ἒς μόθον ἰεμένοις εὖ εἰδότες ἴφι μάχεσθαι.»
'`Ως ἒφαθ': οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπή.
Αἰσονίδη δ' ἄρα θάρσος ἐνὶ πραπίδεσσιν ὄπασσεν,
''Ἠρη πρέσβα θεά: μέγα δ' ἀντιάχων ἐγεγώνει:
»Οὔτε νὺ ληιστῆρες ἰκάνομεν, οὔτε τιν' ἄλλην
γαῖαν ἐπιστρωφῶντες, ἐγείρομεν ὕβριος αἴση
ἒργ' ἄδικ' ἀνθρώποισιν, ἃ δὴ πολέες μεμάασι
τετλάμεν ἐν βιοτῇ κέρδους ἕνεκεν σφετέροιο.
'Ἀλλὰ μοὶ ἆθλον ἔταξε Ποσειδῶνος φίλος υἱός
πατροκασίγνητος Πελίας, χρύσεον ποτὶ κώας
λαζομένους ἀφικέσθαι ἐϋκτιμένην ἒς 'Ἰωλκόν.
Οὐδὲ τί δὴ νώνυμνοι ἐμοὶ ἐρίηρες ἑταῖροι:
οἳ μὲν γὰρ μακάρων, οἳ δ' ἡρῴων γένος ἐσμέν.
Οὐδὲ τί μὴν πολέμου ἀδαήμονες οὐδὲ μόθοιο,
ξείνοι δ' εὐχόμεθ' εἶναι ἐφέστιοι, ὡς γὰρ ἄμεινον.»
'`Ως φάτο: τοῦ δ' ἄρα θυμὸς ὀρίνετο ἴσος ἀέλλη
Αἰήτεω, καὶ σμερδνὸν ἐσέδρακεν ὀφθαλμοίσιν,
φρικτὸν ἐφ' ἠρώεσσι δόλον καὶ μήτιν ὑφαίνων:
ὀψὲ δὲ δὴ Μινύαισι τοίην ἀνενείκατο φωνήν:
»Εἰ μὲν δὴ Κόλχοισιν ἀρηιφάτοισιν ἐσάντα
μαρναμένοις ἐπιθεῖσθον, ἀποφθίσειν μένος ἀνδρών
ἒλπεσθ' ὡς κὲν ἀδήριτον γέρας ἒσσετ' ἐν ὑμίν,
κώας ἀειρομένους ἰέναι πρὸς πατρίδα γαῖαν;

Dernière édition par Helene le Ven 25 Jan - 7:44, édité 1 fois